Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 2.18 Dem. 2.21 (English) >>Dem. 2.24

2.20καίτοι ταῦτα, καὶ εἰ μικρά τις ἡγεῖται, μεγάλʼ, ἄνδρες Ἀθηναῖοι, δείγματα τῆς ἐκείνου γνώμης καὶ κακοδαιμονίας ἐστὶ τοῖς εὖ φρονοῦσιν. ἀλλʼ, οἶμαι, νῦν μὲν ἐπισκοτεῖ τούτοις τὸ κατορθοῦν· αἱ γὰρ εὐπραξίαι δειναὶ συγκρύψαι τὰ τοιαῦτʼ ὀνείδη· εἰ δέ τι πταίσει, τότʼ ἀκριβῶς αὐτοῦ ταῦτʼ ἐξετασθήσεται. δοκεῖ δʼ ἔμοιγʼ, ἄνδρες Ἀθηναῖοι, δείξειν οὐκ εἰς μακράν, ἂν οἵ τε θεοὶ θέλωσι καὶ ὑμεῖς βούλησθε. 2.21ὥσπερ γὰρ ἐν τοῖς σώμασιν, τέως μὲν ἂν ἐρρωμένος τις, οὐδὲν ἐπαισθάνεται, ἐπὰν δʼ ἀρρώστημά τι συμβῇ, πάντα κινεῖται, κἂν ῥῆγμα κἂν στρέμμα κἂν ἄλλο τι τῶν ὑπαρχόντων σαθρὸν , οὕτω καὶ τῶν πόλεων καὶ τῶν τυράννων, ἕως μὲν ἂν ἔξω πολεμῶσιν, ἀφανῆ τὰ κακὰ τοῖς πολλοῖς ἐστιν, ἐπειδὰν δʼ ὅμορος πόλεμος συμπλακῇ, πάντʼ ἐποίησεν ἔκδηλα.

2.22εἰ δέ τις ὑμῶν, ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον εὐτυχοῦνθʼ ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώφρονος μὲν ἀνθρώπου λογισμῷ χρῆται· μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ τὸ ὅλον τύχη παρὰ πάντʼ ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα· οὐ μὴν ἀλλʼ ἔγωγε, εἴ τις αἵρεσίν μοι δοίη, τὴν τῆς ἡμετέρας πόλεως τύχην ἂν ἑλοίμην, ἐθελόντων προσήκει ποιεῖν ὑμῶν αὐτῶν καὶ κατὰ μικρόν, τὴν ἐκείνου· πολὺ γὰρ πλείους ἀφορμὰς εἰς τὸ τὴν παρὰ τῶν θεῶν εὔνοιαν ἔχειν ὁρῶ ὑμῖν ἐνούσας ʼκείνῳ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 2.18 Dem. 2.21 (English) >>Dem. 2.24

Powered by PhiloLogic